Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.540 Joseph. BJ 2.546 (English) >>Joseph. BJ 2.551

2.544παρʼ ὅλην δὲ τὴν ὁδὸν παιόμενοι καὶ τῆς φάλαγγος ἐκσειόμενοι κατέπιπτον, μέχρι πολλῶν διαφθαρέντων, ἐν οἷς ἦν Πρῖσκος μὲν στρατάρχης τάγματος ἕκτου, Λογγῖνος δὲ χιλίαρχος, ἔπαρχος δὲ ἴλης Αἰμίλιος Ἰούκουνδος ὄνομα, μόλις εἰς Γαβαὼν κατήντησαν ἐπὶ τὸ πρότερον στρατόπεδον, τὰ πολλὰ καὶ τῶν σκευῶν ἀποβαλόντες. 2.545ἔνθα δύο μὲν ἡμέρας ἐπέμεινεν Κέστιος ἀμηχανῶν, τι χρὴ ποιεῖν, τῇ τρίτῃ δὲ πολλῷ πλείους τοὺς πολεμίους θεασάμενος καὶ πάντα τὰ κύκλῳ μεστὰ

-- --

Ἰουδαίων ἔγνω καθʼ ἑαυτοῦ τε βραδύνας κἂν ἔτι μείνῃ πλείοσιν χρησόμενος ἐχθροῖς. 2.546

Ἵνα δὲ συντονωτέρᾳ χρήσαιτο φυγῇ, τὰ τὴν στρατιὰν ἀνθέλκοντα περικόπτειν προσέταξεν. διαφθαρέντων δὲ τῶν τε ὀρέων καὶ τῶν ὄνων ἔτι δὲ καὶ τῶν ὑποζυγίων πλὴν ὅσα βέλη παρεκόμιζεν καὶ μηχανάς, τούτων γὰρ διὰ τὴν χρείαν περιείχοντο καὶ μάλιστα δεδοικότες, μὴ Ἰουδαίοις κατʼ αὐτῶν ἁλῷ, προῆγε τὴν δύναμιν ἐπὶ Βεθώρων. 2.547οἱ δὲ Ἰουδαῖοι κατὰ μὲν τὰς εὐρυχωρίας ἧττον ἐπέκειντο, συνειληθέντων δὲ εἰς τὰ στενὰ καὶ τὴν κατάβασιν οἱ μὲν φθάσαντες εἶργον αὐτοὺς τῆς ἐξόδου, ἄλλοι δὲ τοὺς ὑστάτους κατεώθουν εἰς τὴν φάραγγα, τὸ δὲ πᾶν πλῆθος παρεκταθὲν ὑπὲρ τὸν αὐχένα τῆς ὁδοῦ κατεκάλυπτε τὴν φάλαγγα τοῖς βέλεσιν. 2.548ἔνθα καὶ τῶν πεζῶν ἀμηχανούντων προσαμύνειν ἑαυτοῖς ἐπισφαλέστερος τοῖς ἱππεῦσιν κίνδυνος ἦν· οὔτε γὰρ ἐν τάξει κατὰ τῆς ὁδοῦ βαδίζειν ἐδύναντο βαλλόμενοι, καὶ τὸ πρόσαντες ἐπὶ τοὺς πολεμίους ἱππάσιμον οὐκ ἦν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.540 Joseph. BJ 2.546 (English) >>Joseph. BJ 2.551

Powered by PhiloLogic